Psaumes de David
140,6 κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν. ( ) 140,7 ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. ( ) 140,8 ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. ( ) 140,9 φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. ( ) 140,10 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω. ( )

141,1 Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ· προσευχή.


1065 Bible des peuples sur verset 2018-08-24: Prière instante en une situation désespérée.

( )
141,2 Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς κύριον ἐδεήθην. ( ) 141,3 ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. ( ) 141,4 ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. ( ) 141,5 κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, ὅτι οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. ( ) 141,6 ἐκέκραξα πρὸς σέ, κύριε, εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου ἐν γῇ ζώντων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: