Livre de l'Exode
12,22 λήμψεσθε δὲ δεσμὴν ὑσσώπου καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστιν παρὰ τὴν θύραν· ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ ἕως πρωί. ( ) 12,23 καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς καὶ ἐπ ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι. ( ) 12,24 καὶ φυλάξεσθε τὸ ῥῆμα τοῦτο νόμιμον σεαυτῷ καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος. ( ) 12,25 ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ κύριος ὑμῖν, καθότι ἐλάλησεν, φυλάξεσθε τὴν λατρείαν ταύτην. ( ) 12,26 καὶ ἔσται, ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν Τίς ἡ λατρεία αὕτη., ( Ex 13,8 , Ex 13,14 Dt 6,20 )

12,27 καὶ ἐρεῖτε αὐτοῖς Θυσία τὸ πασχα τοῦτο κυρίῳ, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ισραηλ ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξεν τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡμῶν ἐρρύσατο. καὶ κύψας ὁ λαὸς προσεκύνησεν.


5038 La Haggada, Rivon Krygier sur verset 2020-05-22: Le terme passah désigne au premier chef le passage en survol - passover en anglais - l'enjambement de Dieu par-dessus les maisons afin d'épargner les premiers-nés hébreux qui s'y abritaient. En second lieu, il désigne l'Agneau, qui porte le même nom - Pessah - et marque le tribu pour avoir échappé à la dernière plaie.

( Ex 13,8 , )
12,28 καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων, οὕτως ἐποίησαν. ( ) 12,29 Ἐγενήθη δὲ μεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω τοῦ καθημένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς ἐν τῷ λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. ( ) 12,30 καὶ ἀναστὰς Φαραω νυκτὸς καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήθη κραυγὴ μεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς. ( ) 12,31 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων νυκτὸς καὶ εἶπεν αὐτοῖς Ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ λαοῦ μου καὶ ὑμεῖς καὶ οἱ υἱοὶ Ισραηλ· βαδίζετε καὶ λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν, καθὰ λέγετε· ( ) 12,32 καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑμῶν ἀναλαβόντες πορεύεσθε, εὐλογήσατε δὲ κἀμέ. ( )



trouve dans 1 passage(s): Les plaies d'Egypte,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: