Psaumes de David
138,17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· ( ) 138,18 ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ. ( ) 138,19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ ἐμοῦ. ( ) 138,20 ὅτι ἐρεῖς εἰς διαλογισμόν· λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου. ( ) 138,21 οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην., ( )

138,22 τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.


( )
138,23 δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου ( ) 138,24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. ( ) 139,1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. ( ) 139,2 Ἐξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, ( ) 139,3 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 02 missions et apparitions § 7,