Psaumes de David
137,7 ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με· ἐπ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου, καὶ ἔσωσέν με ἡ δεξιά σου. ( ) 137,8 κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς. ( ) 138,1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· ( ) 138,2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· ( ) 138,3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες. ( )

138,4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,


( )
138,5 ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ ἐμὲ τὴν χεῖρά σου. ( ) 138,6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. ( ) 138,7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω., ( ) 138,8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ( ) 138,9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 02 missions et apparitions § 7,