Psaumes de David
136,5 ἐὰν ἐπιλάθωμαί σου, Ιερουσαλημ, ἐπιλησθείη ἡ δεξιά μου· ( ) 136,6 κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐφρο σύνης μου. ( ) 136,7 μνήσθητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ τῶν λεγόντων Ἐκκενοῦτε ἐκκενοῦτε, ἕως ὁ θεμέλιος ἐν αὐτῇ. ( ) 136,8 θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀντ απέδωκας ἡμῖν· ( ) 136,9 μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. ( )

137,1 Τῷ Δαυιδ. Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου, καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.


1056 Bible des peuples sur verset 2018-08-24: Il semble bien que cette louange, qui emprunte ses vers à divers Psaumes plus anciens, soit l’œuvre d’un Juif de la diaspora. Au verset 2 le “devant ton temple” devrait plutôt se traduire : tourné vers ton temple, comme faisaient les Juifs dispersés (Daniel 6.11).

( )
137,2 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου. ( ) 137,3 ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει. ( ) 137,4 ἐξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου, ( ) 137,5 καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου, ὅτι μεγάλη ἡ δόξα κυρίου, ( ) 137,6 ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. ( )



trouve dans 0 passage(s):
trouve dans 3 liturgie(s): Dimanche-5-temps ordinaire annee C, Dimanche-17-temps ordinaire annee C, Dimanche-21-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: