Psaumes de David
121,1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον κυρίου πορευσόμεθα. ( ) 121,2 ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ. ( ) 121,3 Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. ( ) 121,4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου· ( ) 121,5 ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυιδ. ( )

121,6 ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ, καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·


1032 Bible des peuples sur verset 2018-08-24: Cette strophe joue sur l’étymologie traditionnelle de Jérusalem qui veut en faire la “ville de la paix”.

( )
121,7 γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου. ( ) 121,8 ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· ( ) 121,9 ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. ( ) 122,1 Ὠιδὴ τῶν ἀναβαθμῶν. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. ( ) 122,2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτιρήσαι ἡμᾶς. ( )



trouve dans 0 passage(s):
trouve dans 2 liturgie(s): Dimanche-1-Avent annee A, Dimanche-1-Christ, Roi de l'univers annee C,
trouve dans 0 document(s) de référence: