Livre de l'Exode
11,9 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐκ εἰσακούσεται ὑμῶν Φαραω, ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. ( ) 11,10 Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω· ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου. ( ) 12,1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν γῇ Αἰγύπτου λέγων ( ) 12,2 Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ. ( Gn 1,1 , ) 12,3 λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ οἰκίαν. ( )

12,4 ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήμψεται μεθ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον.


( )
12,5 πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήμψεσθε. ( ) 12,6 καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ισραηλ πρὸς ἑσπέραν. ( Ex 8,22 , ) 12,7 καὶ λήμψονται ἀπὸ τοῦ αἵματος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς. ( ) 12,8 καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. ( Ex 13,3 , Mt 16,6 Mt 16,11 Mc 8,15 Lc 12,1 ) 12,9 οὐκ ἔδεσθε ἀπ αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἐνδοσθίοις. ( )



trouve dans 2 passage(s): Les plaies d'Egypte, Le repas Pascal,
trouve dans 3 liturgie(s): Jeudi-1-Jeudi saint annee C, Jeudi-1-Jeudi saint annee A, Jeudi-1-Jeudi saint annee B,
trouve dans 0 document(s) de référence: