Livre de l'Exode
11,5 καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους, ( ) 11,6 καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται. ( ) 11,7 καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ. ( ) 11,8 καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προκυνήσουσίν με λέγοντες Ἔξελθε σὺ καὶ πᾶς ὁ λαός σου, οὗ σὺ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι. ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω μετὰ θυμοῦ. ( ) 11,9 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐκ εἰσακούσεται ὑμῶν Φαραω, ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. ( )

11,10 Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω· ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.


( )
12,1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν γῇ Αἰγύπτου λέγων ( ) 12,2 Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ. ( Gn 1,1 , ) 12,3 λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ οἰκίαν. ( ) 12,4 ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ ὥστε μὴ ἱκανοὺς εἶναι εἰς πρόβατον, συλλήμψεται μεθ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθμὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. ( ) 12,5 πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμῖν· ἀπὸ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων λήμψεσθε. ( )



trouve dans 1 passage(s): Les plaies d'Egypte,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: