Psaumes de David
118,79 ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. ( ) 118,80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. ( ) 118,81 ια χαφ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. ( ) 118,82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες Πότε παρακαλέσεις με., ( ) 118,83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. ( )

118,84 πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου., πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν.,


( )
118,85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ οὐχ ὡς ὁ νόμος σου, κύριε. ( ) 118,86 πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. ( ) 118,87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. ( ) 118,88 κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. ( ) 118,89 ιβ λαβδ. Εἰς τὸν αἰῶνα, κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: