Psaumes de David
118,27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. ( ) 118,28 ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. ( ) 118,29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. ( ) 118,30 ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. ( ) 118,31 ἐκολλήθην τοῖς μαρτυρίοις σου· κύριε, μή με καταισχύνῃς. ( )

118,32 ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.


( )
118,33 ε η. Νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντός. ( ) 118,34 συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. ( ) 118,35 ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. ( ) 118,36 κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν. ( ) 118,37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: