Psaumes de David
118,21 ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. ( ) 118,22 περίελε ἀπ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. ( ) 118,23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου. ( ) 118,24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. ( ) 118,25 δ δελθ. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου ζῆσόν με κατὰ τὸν λόγον σου. ( )

118,26 τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.


( )
118,27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. ( ) 118,28 ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. ( ) 118,29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με. ( ) 118,30 ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. ( ) 118,31 ἐκολλήθην τοῖς μαρτυρίοις σου· κύριε, μή με καταισχύνῃς. ( )



trouve dans 0 passage(s):
trouve dans 3 liturgie(s): Dimanche-6-temps ordinaire annee A, Dimanche-17-temps ordinaire annee A, Dimanche-31-temps ordinaire annee B,
trouve dans 1 document(s) de référence: Catéchisme de l'Eglise Catholique § 559,