Psaumes de David
118,1 Αλληλουια. α αλφ. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. ( ) 118,2 μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. ( ) 118,3 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. ( ) 118,4 σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα. ( ) 118,5 ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. ( )

118,6 τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.


( )
118,7 ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. ( ) 118,8 τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. ( ) 118,9 β βηθ. Ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτοῦ., ἐν τῷ φυλάσσεσθαι τοὺς λόγους σου. ( ) 118,10 ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. ( ) 118,11 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. ( )



trouve dans 0 passage(s):
trouve dans 3 liturgie(s): Dimanche-6-temps ordinaire annee A, Dimanche-17-temps ordinaire annee A, Dimanche-31-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: