Psaumes de David
115,3 τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέν μοι., ( ) 115,4 ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι. ( ) 115,5 τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. ( ) 115,7 ὦ κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου, ( ) 115,8 σοὶ θύσω θυσίαν αἰνέσεως· ( )

115,9 τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ


( )
115,10 ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου, Ιερουσαλημ. ( ) 116,1 Αλληλουια. Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί, ( Rm 15,11 , ) 116,2 ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. ( ) 117,1 Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 5 liturgie(s): Dimanche-2-Carême annee B, Dimanche-1-Saint Sacrement annee B, Jeudi-1-Jeudi saint annee C, Jeudi-1-Jeudi saint annee B, Jeudi-1-Jeudi saint annee A,
trouve dans 0 document(s) de référence: