Psaumes de David
113,23 εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. ( ) 113,24 ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων. ( ) 113,25 οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου, ( ) 113,26 ἀλλ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. ( ) 114,1 Αλληλουια. Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ( )

114,2 ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.


( )
114,3 περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον. ( ) 114,4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην Ὦ κύριε, ῥῦσαι τὴν ψυχήν μου. ( ) 114,5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος, καὶ ὁ θεὸς ἡμῶν ἐλεᾷ. ( ) 114,6 φυλάσσων τὰ νήπια ὁ κύριος· ἐταπεινώθην, καὶ ἔσωσέν με. ( ) 114,7 ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέν σε, ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-24-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: