Psaumes de David
113,14 ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, ( ) 113,15 χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. ( ) 113,16 ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ αὐτοῖς. ( ) 113,17 οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. ( ) 113,18 οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. ( )

113,19 οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.


( )
113,20 κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς, εὐλόγησεν τὸν οἶκον Ισραηλ, εὐλόγησεν τὸν οἶκον Ααρων, ( ) 113,21 εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. ( ) 113,22 προσθείη κύριος ἐφ ὑμᾶς, ἐφ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν· ( ) 113,23 εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. ( ) 113,24 ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: