Livre de l'Exode
10,18 ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν. ( ) 10,19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου. ( ) 10,20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ. ( ) 10,21 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος. ( Ps 104,28 , ) 10,22 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας, ( )

10,23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν, οἷς κατεγίνοντο.


( )
10,24 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων Βαδίζετε, λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν· πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε· καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ ὑμῶν. ( ) 10,25 καὶ εἶπεν Μωυσῆς Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν, ( ) 10,26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ ἡμῶν, καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν· ἀπ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν· ἡμεῖς δὲ οὐκ οἴδαμεν, τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν, ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ. ( ) 10,27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς. ( Ex 7,3 , Lc 12,49 Ac 5,4 Rm 9,18 Rm 2,5 ) 10,28 καὶ λέγει Φαραω Ἄπελθε ἀπ ἐμοῦ, πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ. ( )



trouve dans 1 passage(s): Les plaies d'Egypte,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: