Psaumes de David
112,8 τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· ( ) 112,9 ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην. ( ) 113,1 Αλληλουια. Ἐν ἐξόδῳ Ισραηλ ἐξ Αἰγύπτου, οἴκου Ιακωβ ἐκ λαοῦ βαρβάρου ( ) 113,2 ἐγενήθη Ιουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ. ( ) 113,3 ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν, ὁ Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· ( )

113,4 τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.


( )
113,5 τί σοί ἐστιν, θάλασσα, ὅτι ἔφυγες, καὶ σοί, Ιορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω., ( ) 113,6 τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων., ( ) 113,7 ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ιακωβ ( ) 113,8 τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. ( ) 113,9 μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: