Psaumes de David
108,16 ἀνθ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. ( ) 108,17 καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ αὐτοῦ. ( ) 108,18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ· ( ) 108,19 γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται. ( ) 108,20 τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. ( )

108,21 καὶ σύ, κύριε κύριε, ποίησον μετ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνό ματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου.


( )
108,22 ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. ( ) 108,23 ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. ( ) 108,24 τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι ἔλαιον. ( ) 108,25 καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. ( ) 108,26 βοήθησόν μοι, κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ ἔλεός σου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: