Psaumes de David
108,12 μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· ( ) 108,13 γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ. ( ) 108,14 ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη· ( ) 108,15 γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν, ( ) 108,16 ἀνθ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. ( )

108,17 καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ αὐτοῦ.


( )
108,18 καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ· ( ) 108,19 γενηθήτω αὐτῷ ὡς ἱμάτιον, ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται. ( ) 108,20 τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. ( ) 108,21 καὶ σύ, κύριε κύριε, ποίησον μετ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνό ματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. ( ) 108,22 ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: