Psaumes de David
105,39 καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. ( ) 105,40 καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· ( ) 105,41 καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς· ( ) 105,42 καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν. ( ) 105,43 πλεονάκις ἐρρύσατο αὐτούς, αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. ( )

105,44 καὶ εἶδεν ἐν τῷ θλίβεσθαι αὐτοὺς ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·


( )
105,45 καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ ( ) 105,46 καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτισάντων αὐτούς. ( ) 105,47 σῶσον ἡμᾶς, κύριε ὁ θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι τῷ ἁγίῳ σου, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. ( ) 105,48 Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. καὶ ἐρεῖ πᾶς ὁ λαός Γένοιτο γένοιτο. – ( ) 106,1 Αλληλουια. Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: