Psaumes de David
100,8 εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομέ νους τὴν ἀνομίαν. ( ) 101,1 Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐν αντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. ( ) 101,2 Εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω. ( ) 101,3 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὖς σου πρός με· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου. ( ) 101,4 ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. ( )

101,5 ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.


( )
101,6 ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. ( ) 101,7 ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ( ) 101,8 ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. ( ) 101,9 ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ ἐμοῦ ὤμνυον. ( ) 101,10 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-6-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: