Psaumes de David
92,2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. ( ) 92,3 ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ( ) 92,4 ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος. ( ) 92,5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε, εἰς μακρότητα ἡμερῶν. ( ) 93,1 Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων. Ὁ θεὸς ἐκδικήσεων κύριος, ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο. ( )

93,2 ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.


( )
93,3 ἕως πότε ἁμαρτωλοί, κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται, ( ) 93,4 φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν., ( ) 93,5 τὸν λαόν σου, κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν ( ) 93,6 χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν ( ) 93,7 καὶ εἶπαν Οὐκ ὄψεται κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ Ιακωβ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: