Psaumes de David
91,1 Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου. ( ) 91,2 Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, ὕψιστε, ( ) 91,3 τοῦ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα ( ) 91,4 ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ ᾠδῆς ἐν κιθάρᾳ. ( ) 91,5 ὅτι εὔφρανάς με, κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. ( )

91,6 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου.


( )
91,7 ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. ( ) 91,8 ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολεθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ( ) 91,9 σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· ( ) 91,10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ( ) 91,11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, ( )



trouve dans 1 passage(s): Fleuris là où Dieu t'a planté,
trouve dans 1 liturgie(s): Dimanche-11-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: