Psaumes de David
88,49 τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου., διάψαλμα. ( ) 88,50 ποῦ εἰσιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαυιδ ἐν τῇ ἀληθείᾳ σου., ( ) 88,51 μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν, ( ) 88,52 οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. ( ) 88,53 Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο. – ( )

89,1 Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·


961 Bible des peuples sur verset 2018-03-04: Bien des poètes et des philosophes ont commenté l’opposition entre la brièveté de la vie humaine et le temps de l’univers ou l’éternité de Dieu. Ce qui est important ici, c’est que même si la mort reste une porte fermée, on continue d’avoir confiance en Dieu et de lui demander des gestes de bonté.

( )
89,2 πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ. ( ) 89,3 μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας Ἐπιστρέψατε, υἱοὶ ἀνθρώπων. ( ) 89,4 ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί. ( ) 89,5 τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι, ( ) 89,6 τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. ( )