Psaumes de David
88,17 καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. ( ) 88,18 ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. ( ) 88,19 ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν. ( ) 88,20 τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· ( ) 88,21 εὗρον Δαυιδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. ( )

88,22 ἡ γὰρ χείρ μου συναντιλήμψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·


( )
88,23 οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν· ( ) 88,24 καὶ συγκόψω τοὺς ἐχθροὺς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. ( ) 88,25 καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ· ( ) 88,26 καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. ( ) 88,27 αὐτὸς ἐπικαλέσεταί με Πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήμπτωρ τῆς σωτηρίας μου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: