Psaumes de David
88,10 σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις. ( ) 88,11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. ( ) 88,12 σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. ( ) 88,13 τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας, Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. ( ) 88,14 σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. ( )

88,15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου.


( )
88,16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται ( ) 88,17 καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. ( ) 88,18 ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. ( ) 88,19 ὅτι τοῦ κυρίου ἡ ἀντίλημψις καὶ τοῦ ἁγίου Ισραηλ βασιλέως ἡμῶν. ( ) 88,20 τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου καὶ εἶπας Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου· ( )



trouve dans 0 passage(s):
trouve dans 2 liturgie(s): Dimanche-4-Avent annee B, Dimanche-13-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: