Psaumes de David
88,7 ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ, καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ., ( ) 88,8 ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. ( ) 88,9 κύριε ὁ θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι., δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. ( ) 88,10 σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραύνεις. ( ) 88,11 σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. ( )

88,12 σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.


( )
88,13 τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας, Θαβωρ καὶ Ερμων ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. ( ) 88,14 σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. ( ) 88,15 δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. ( ) 88,16 μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται ( ) 88,17 καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. ( )



trouve dans 0 passage(s):
trouve dans 2 liturgie(s): Dimanche-4-Avent annee B, Dimanche-13-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: