Psaumes de David
87,12 μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ., ( ) 87,13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ., ( ) 87,14 κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. ( ) 87,15 ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ ἐμοῦ., ( ) 87,16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. ( )

87,17 ἐπ ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με,


( )
87,18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. ( ) 87,19 ἐμάκρυνας ἀπ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. ( ) 88,1 Συνέσεως Αιθαν τῷ Ισραηλίτῃ. ( ) 88,2 Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, ( ) 88,3 ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: