Psaumes de David
87,10 οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ( ) 87,11 Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια., ἢ ἰατροὶ ἀναστήσουσιν, καὶ ἐξομολογήσονταί σοι., ( ) 87,12 μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ., ( ) 87,13 μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ., ( ) 87,14 κἀγὼ πρὸς σέ, κύριε, ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. ( )

87,15 ἵνα τί, κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ ἐμοῦ.,


( )
87,16 πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. ( ) 87,17 ἐπ ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με, ( ) 87,18 ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. ( ) 87,19 ἐμάκρυνας ἀπ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. ( ) 88,1 Συνέσεως Αιθαν τῷ Ισραηλίτῃ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: