Psaumes de David
86,4 μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. ( ) 86,5 Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. ( ) 86,6 κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. ( ) 86,7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. ( ) 87,1 Ὠιδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορε· εἰς τὸ τέλος, ὑπὲρ μαελεθ τοῦ ἀποκριθῆναι· συνέσεως Αιμαν τῷ Ισραηλίτῃ. ( )

87,2 Κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·


957 Bible des peuples sur verset 2018-03-04: Un Psaume qui semble bien pessimiste. Pourtant le malade n’a pas perdu confiance. Mais la vision qu’il a de l’au-delà de la mort, celle qu’en avaient les Juifs jusque peu avant la venue de Jésus, n’était guère pour l’encourager (v. 5, 10, 12). De sa croix le Seigneur nous a confiés à sa mère afin qu’elle nous soulage aux jours d’angoisse. Tôt ou tard la mort nous apparaîtra comme un tunnel sans sortie et nous resterons avec cette forme de la foi qui s’ignore elle-même car le désespoir semble avoir tout obscurci.

( )
87,3 εἰσελθάτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, κύριε. ( ) 87,4 ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν· ( ) 87,5 προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος, ( ) 87,6 ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. ( ) 87,7 ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: