Psaumes de David
82,16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. ( ) 82,17 πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε. ( ) 82,18 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν ( ) 82,19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. ( ) 83,1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κορε ψαλμός. ( )

83,2 Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων.


( )
83,3 ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα. ( ) 83,4 καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσιαστήριά σου, κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ θεός μου. ( ) 83,5 μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα. ( Ps 26,4 , ) 83,6 μακάριος ἀνήρ, οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο ( ) 83,7 ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον, ὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: