Psaumes de David
81,7 ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. ( ) 81,8 ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν. ( ) 82,1 Ὠιδὴ ψαλμοῦ τῷ Ασαφ. ( ) 82,2 Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι., μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός· ( ) 82,3 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν, ( )

82,4 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·


( )
82,5 εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι. ( Est 3,10 , ) 82,6 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο ( ) 82,7 τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται, Μωαβ καὶ οἱ Αγαρηνοί, ( ) 82,8 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· ( ) 82,9 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ. διάψαλμα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: