Livre de l'Exode
8,11 ἰδὼν δὲ Φαραω ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν κύριος. ( ) 8,12 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ χῶμα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. ( ) 8,13 ἐξέτεινεν οὖν Ααρων τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνῖφες ἐν πάσῃ γῇ Αἰγύπτου. ( ) 8,14 ἐποιήσαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακείαις αὐτῶν ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν. ( ) 8,15 εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραω Δάκτυλος θεοῦ ἐστιν τοῦτο. καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν κύριος. ( Lc 11,20 , )

8,16 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον Φαραω· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ·


19320 Bible des Peuples sur titre chapitre 2023-11-11: Quatrième plaie : les taons

( )
8,17 ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐπαποστέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης καὶ εἰς τὴν γῆν, ἐφ ἧς εἰσιν ἐπ αὐτῆς. ( Ps 104,31 , ) 8,18 καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσεμ, ἐφ ἧς ὁ λαός μου ἔπεστιν ἐπ αὐτῆς, ἐφ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι κύριος ὁ κύριος πάσης τῆς γῆς. ( ) 8,19 καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀνὰ μέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σημεῖον τοῦτο ἐπὶ τῆς γῆς. ( ) 8,20 ἐποίησεν δὲ κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραω καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλεθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης. ( ) 8,21 ἐκάλεσεν δὲ Φαραω Μωυσῆν καὶ Ααρων λέγων Ἐλθόντες θύσατε τῷ θεῷ ὑμῶν ἐν τῇ γῇ. ( )



trouve dans 1 passage(s): Les plaies d'Egypte,
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: