Psaumes de David
76,1 Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· τῷ Ασαφ ψαλμός. ( ) 76,2 Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι. ( ) 76,3 ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. ( ) 76,4 ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα. ( ) 76,5 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. ( )

76,6 διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·


( )
76,7 νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. ( ) 76,8 μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι., ( ) 76,9 ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν., ( ) 76,10 ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ., διάψαλμα. ( ) 76,11 καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: