Psaumes de David
74,5 εἶπα τοῖς παρανομοῦσιν Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας, ( ) 74,6 μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν. ( ) 74,7 ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων, ( ) 74,8 ὅτι ὁ θεὸς κριτής ἐστιν, τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. ( ) 74,9 ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. ( Is 51,17 , Jr 25,15 Ap 14,8 Ap 14,10 Ap 16,19 )

74,10 ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ιακωβ·


( )
74,11 καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου. ( ) 75,1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. ( ) 75,2 Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός, ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ. ( ) 75,3 καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων· ( ) 75,4 ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. διάψαλμα, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: