Psaumes de David
73,19 μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. ( ) 73,20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. ( ) 73,21 μὴ ἀποστραφήτω τεταπεινωμένος κατῃσχυμμένος· πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου. ( ) 73,22 ἀνάστα, ὁ θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. ( ) 73,23 μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ. ( )

74,1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ασαφ ᾠδῆς.


644 Bible des peuples sur verset 2017-11-13: La coupe de la fureur divine.

( )
74,2 Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. ( ) 74,3 διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. ( ) 74,4 ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα. ( ) 74,5 εἶπα τοῖς παρανομοῦσιν Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας, ( ) 74,6 μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: