Psaumes de David
71,13 φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει· ( ) 71,14 ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ. ( ) 71,15 καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. ( ) 71,16 ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. ( Mc 6,35 , ) 71,17 ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. ( )

71,18 Εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιῶν θαυμάσια μόνος,


639 Bible des peuples sur verset 2017-11-13: Béni soit le Seigneur ! Rappelons-nous que nos Psaumes étaient répartis primitivement en cinq livres et chacun de ces livres se terminait par une “doxologie”, c’est-à-dire une courte formule de louange. Voir de même à la fin des Psaume 41, 89.

( )
71,19 καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο γένοιτο. Ἐξέλιπον οἱ ὕμνοι Δαυιδ τοῦ υἱοῦ Ιεσσαι. – ( ) 72,1 Ψαλμὸς τῷ Ασαφ. Ὡς ἀγαθὸς τῷ Ισραηλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ( ) 72,2 ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. ( ) 72,3 ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, ( Jb 21,7 , ) 72,4 ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν· ( )