Psaumes de David
70,11 λέγοντες Ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. ( ) 70,12 ὁ θεός, μὴ μακρύνῃς ἀπ ἐμοῦ· ὁ θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. ( ) 70,13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυ χήν μου, περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κα κά μοι. ( ) 70,14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. ( ) 70,15 τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου, ὅτι οὐκ ἔγνων γραμματείας. ( )

70,16 εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου· κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.


( )
70,17 ἐδίδαξάς με, ὁ θεός, ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. ( ) 70,18 καὶ ἕως γήρους καὶ πρεσβείου, ὁ θεός, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρ χομένῃ, τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. ( ) 70,19 ὁ θεός, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ θεός, τίς ὅμοιός σοι., ( ) 70,20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς, καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. ( ) 70,21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με [καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.] ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: