Psaumes de David
68,35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. ( ) 68,36 ὅτι ὁ θεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· ( ) 68,37 καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ. ( ) 69,1 Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν, ( Ps 39,14 , ) 69,2 εἰς τὸ σῶσαί με κύριον. Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. ( )

69,3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βου λόμενοί μοι κακά,


( )
69,4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. ( ) 69,5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη τοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶν τες τὸ σωτήριόν σου. ( ) 69,6 ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι. βοηθός μου καὶ ῥύστης μου εἶ σύ· κύριε, μὴ χρονίσῃς. ( ) 70,1 Τῷ Δαυιδ· υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. ( ) 70,2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-12-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: