Psaumes de David
68,32 καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. ( ) 68,33 ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, ( ) 68,34 ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. ( ) 68,35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. ( ) 68,36 ὅτι ὁ θεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν· ( )

68,37 καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.


( )
69,1 Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν, ( Ps 39,14 , ) 69,2 εἰς τὸ σῶσαί με κύριον. Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. ( ) 69,3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βου λόμενοί μοι κακά, ( ) 69,4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. ( ) 69,5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζη τοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶν τες τὸ σωτήριόν σου. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-12-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: