Psaumes de David
68,31 αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει, ( ) 68,32 καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. ( ) 68,33 ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν, ( ) 68,34 ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. ( ) 68,35 αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. ( )

68,36 ὅτι ὁ θεὸς σώσει τὴν Σιων, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας, καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·


( )
68,37 καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ. ( ) 69,1 Εἰς τὸ τέλος· τῷ Δαυιδ εἰς ἀνάμνησιν, ( Ps 39,14 , ) 69,2 εἰς τὸ σῶσαί με κύριον. Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες. ( ) 69,3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βου λόμενοί μοι κακά, ( ) 69,4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: