Psaumes de David
64,10 ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου. ( ) 64,11 τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γενήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα. ( ) 64,12 εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ πεδία σου πλησθήσονται πιότητος· ( ) 64,13 πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. ( ) 64,14 ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. ( )

65,1 Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ· [ἀναστάσεως.] Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ,


630 Bible des peuples sur verset 2017-11-13: Le psalmiste sait que Dieu n’a pas seulement créé la nature, mais qu’il protège son peuple d’un monde hostile, et il rappelle ses délivrances. “Nous te rendons grâce, Seigneur Dieu, Maître de l’univers, car tu as commencé à régner. Les nations étaient en fureur, mais ta fureur les a surprises. Le moment était venu de juger les morts et de récompenser tes serviteurs les prophètes, les saints, avec ceux qui craignent ton Nom, et de déchirer ceux qui déchirent la terre” (Apocalypse 11.17-18).

( Ap 11,17 , )
65,2 ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. ( ) 65,3 εἴπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου· ( ) 65,4 πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάψαλμα. ( ) 65,5 δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ( ) 65,6 ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποταμῷ διελεύσονται ποδί. ἐκεῖ εὐφρανθησόμεθα ἐπ αὐτῷ, ( )



trouve dans 0 passage(s):
trouve dans 2 liturgie(s): Dimanche-6-Dimanche de Pâques annee A, Dimanche-14-temps ordinaire annee C,
trouve dans 0 document(s) de référence: