Psaumes de David
61,2 Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου., παρ αὐτοῦ γὰρ τὸ σωτήριόν μου· ( ) 61,3 καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. ( ) 61,4 ἕως πότε ἐπιτίθεσθε ἐπ ἄνθρωπον., φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. ( ) 61,5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα. ( ) 61,6 πλὴν τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ αὐτοῦ ἡ ὑπομονή μου· ( )

61,7 ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.


( )
61,8 ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ. ( ) 61,9 ἐλπίσατε ἐπ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ θεὸς βοηθὸς ἡμῶν. διάψαλμα. ( ) 61,10 πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό. ( ) 61,11 μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. ( ) 61,12 ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα, ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-8-temps ordinaire annee A,
trouve dans 0 document(s) de référence: