Psaumes de David
60,5 παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου. διάψαλμα. ( ) 60,6 ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου. ( ) 60,7 ἡμέρας ἐφ ἡμέρας βασιλέως προσθήσεις, ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. ( ) 60,8 διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει., ( ) 60,9 οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. ( )

61,1 Εἰς τὸ τέλος, ὑπὲρ Ιδιθουν· ψαλμὸς τῷ Δαυιδ.


625 Bible des peuples sur verset 2017-11-13: Dieu n’a dit qu’une parole, j’ai entendu ces deux choses. Dieu a révélé en même temps deux de ses qualités dominantes : la puissance et la bonté. Voudrions-nous qu’elles agissent ? Il suffirait de croire et d’ouvrir notre cœur.

( )
61,2 Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου., παρ αὐτοῦ γὰρ τὸ σωτήριόν μου· ( ) 61,3 καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. ( ) 61,4 ἕως πότε ἐπιτίθεσθε ἐπ ἄνθρωπον., φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. ( ) 61,5 πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν ψεύδει, τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα. ( ) 61,6 πλὴν τῷ θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ αὐτοῦ ἡ ὑπομονή μου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: