Psaumes de David
58,1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλο γραφίαν, ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. ( ) 58,2 Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ ἐμὲ λύτρωσαί με· ( ) 58,3 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. ( ) 58,4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ ἐμὲ κραταιοί. οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, κύριε· ( ) 58,5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ. ( )

58,6 καὶ σύ, κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. διάψαλμα.


( )
58,7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυ κλώσουσιν πόλιν. ( ) 58,8 ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν., ( ) 58,9 καὶ σύ, κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. ( ) 58,10 τὸ κράτος μου, πρὸς σὲ φυλάξω, ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἶ. ( ) 58,11 ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: