Psaumes de David
57,11 εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. ( ) 57,12 καὶ ἐρεῖ ἄνθρωπος Εἰ ἄρα ἔστιν καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. ( ) 58,1 Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλο γραφίαν, ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. ( ) 58,2 Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ ἐμὲ λύτρωσαί με· ( ) 58,3 ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. ( )

58,4 ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ ἐμὲ κραταιοί. οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, κύριε·


( )
58,5 ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ. ( ) 58,6 καὶ σύ, κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη, μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. διάψαλμα. ( ) 58,7 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυ κλώσουσιν πόλιν. ( ) 58,8 ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν., ( ) 58,9 καὶ σύ, κύριε, ἐκγελάσῃ αὐτούς, ἐξουδενώσεις πάντα τὰ ἔθνη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: