Livre de l'Exode
6,29 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Ἐγὼ κύριος· λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. ( ) 6,30 καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου Ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραω., ( ) 7,1 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Ἰδοὺ δέδωκά σε θεὸν Φαραω, καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης· ( ) 7,2 σὺ δὲ λαλήσεις αὐτῷ πάντα, ὅσα σοι ἐντέλλομαι, ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. ( ) 7,3 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. ( Ex 10,27 , Nb 14,22 , )

7,4 καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ,


( )
7,5 καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν. ( ) 7,6 ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος, οὕτως ἐποίησαν. ( ) 7,7 Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν, ἡνίκα ἐλάλησεν πρὸς Φαραω. ( ) 7,8 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων ( ) 7,9 Καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων Δότε ἡμῖν σημεῖον ἢ τέρας, καὶ ἐρεῖς Ααρων τῷ ἀδελφῷ σου Λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: