Psaumes de David
54,13 ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ ἐμὲ ἐμεγαλορρημόνησεν, ἐκρύβην ἂν ἀπ αὐτοῦ. ( ) 54,14 σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ( ) 54,15 ὃς ἐπὶ τὸ αὐτό μοι ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ· ( ) 54,16 ἐλθέτω θάνατος ἐπ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. ( ) 54,17 ἐγὼ δὲ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος εἰσήκουσέν μου. ( )

54,18 ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι· ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου.


( )
54,19 λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. ( ) 54,20 εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. διάψαλμα. οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν. ( ) 54,21 ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. ( ) 54,22 διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσιν βολίδες. ( ) 54,23 ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε δια θρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: