Psaumes de David
53,5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα. ( ) 53,6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. ( ) 53,7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς. ( ) 53,8 ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν· ( ) 53,9 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. ( )

54,1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ.


619 Bible des peuples sur verset 2017-11-12: Ce pourrait être la prière de millions d’habitants des villes d’aujourd’hui. La ville est mauvaise, mais surtout il y a dans le voisinage un ami sur lequel on comptait et qui a trahi : peut-être a-t-il quitté la maison emportant les meubles. À certains moments on redira volontiers la malédiction du verset 16. Mais au verset 23 intervient un ange conseiller qui invite à retrouver le calme.

( )
54,2 Ἐνώτισαι, ὁ θεός, τὴν προσευχὴν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, ( ) 54,3 πρόσχες μοι καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην ( ) 54,4 ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ( ) 54,5 ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ ἐμέ· ( ) 54,6 φόβος καὶ τρόμος ἦλθεν ἐπ ἐμέ, καὶ ἐκάλυψέν με σκότος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: