Psaumes de David
52,7 τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ., ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ. ( ) 53,1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ ( ) 53,2 ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαουλ Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ ἡμῖν., ( ) 53,3 Ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. ( ) 53,4 ὁ θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. ( )

53,5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν. διάψαλμα.


( )
53,6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι, καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου. ( ) 53,7 ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς. ( ) 53,8 ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, κύριε, ὅτι ἀγαθόν· ( ) 53,9 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. ( ) 54,1 Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυιδ. ( )



trouve dans 0 passage(s):
trouve dans 1 liturgie(s): Dimanche-25-temps ordinaire annee B,
trouve dans 0 document(s) de référence: